Διαγνωστικό τεστ στα Αρχαία Α΄ Λυκείου
Γεννηθέντες καὶ παιδευθέντες οὕτως οἱ τῶνδε πρόγονοι
ᾤκουν πολιτείαν κατασκευασάμενοι, ἥς
ὀρθῶς ἔχει διὰ βραχέων ἐπιμνησθῆναι. πολιτεία γὰρ τροφὴ ἀνθρώπων ἐστι, καλὴ μὲν ἀγαθῶν, ἡ δὲ ἐνάντια κακῶν. Ὡς οὖν ἐν
καλῇ πολιτείᾳ ἐτράφησαν οἱ πρόσθεν ἡμῶν, ἀναγκαῖον δηλῶσαι, δι’ ἥν δὴ κἀκεῖνοι ἀγαθοὶ
καὶ οἱ νῦν εἰσίν. Ὧν οἵδε τυγχάνουσιν ὄντες
οἱ τετελευτηκότες. Ἡ γὰρ αὐτὴ πολιτεία καὶ τότε ἦν καὶ νῦν, ἀριστοκρατία, ἐν ᾗ
νῦν τὲ πολιτευόμεθα καὶ τὸν ἀεὶ χρόνον ἐξ ἐκείνου ὡς τὰ πολλά. Καλεῖ δὲ ὁ μὲν αὐτὴν δημοκρατίαν, ὁ δὲ ἄλλο ᾧ ἂν χαίρῃ· ἔστι δὲ τῇ ἀληθείᾳ μετ’ εὐδοξίας
πλήθους ἀριστοκρατία. Βασιλεῖς μὲν γὰρ ἀεὶ ἠμῖν εἰσιν· οὗτοι δὲ τοτὲ μὲν ἐκ
γένους τοτὲ δὲ αἱρετοί· ἐγκρατὲς δὲ τῆς πόλεως τὰ πολλὰ τὸ πλῆθος, τὰς δὲ ἀρχὰς
δίδωσι καὶ κράτος τοῖς ἀεὶ δόξασι ἀρίστοις εἶναι, καὶ οὔτε ἀσθενείᾳ οὔτε πενίᾳ
οὒτ’ ἀγνωσίᾳ πατέρων ἀπελήλαται οὐδεὶς οὐδὲ τοῖς ἐναντίοις τετίμηται, ὥσπερ ἐν ἄλλαις
πόλεσιν, ἀλλὰ εἷς ὅρος, ὁ δόξας σοφὸς ἢ ἀγαθὸς εἶναι κρατεῖ καὶ ἄρχει.
(Πλάτωνος
Μενέξενος 238 C-D)
ΠΑΡΑΤΗΡΗΣΕΙΣ
1. Να μεταφράσετε στη νέα ελληνική το απόσπασμα:
" πολιτεία γὰρ τροφὴ ἀνθρώπων
ἐστι ...
Ἡ γὰρ αὐτὴ πολιτεία καὶ τότε ἦν καὶ νῦν, ἀριστοκρατία,"
2. Να βρείτε τρία συνηρημένα ρήματα στο παραπάνω
κείμενο.
3. Να βρείτε στο κείμενο πέντε ουσιαστικά της τρίτης
κλίσης.
4. πολιτείαν, τροφὴ, ὄντες, αὐτὴν, δημοκρατίαν: Ποιος είναι ο συντακτικός ρόλος των παραπάνω λέξεων;
Σχόλια
Δημοσίευση σχολίου